Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἢ ʼμοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
- αἰκῶς οἰκτρῶς τε θανόντος.
- ἀλλʼ οὐ μὲν δὴ
- λήξω θρήνων στυγερῶν τε γόων,
- ἔστʼ ἂν παμφεγγεῖς ἄστρων
- ῥιπάς, λεύσσω δὲ τόδʼ ἦμαρ,
- μὴ οὐ τεκνολέτειρʼ ὥς τις ἀηδὼν
- ἐπὶ κωκυτῷ τῶνδε πατρῴων
- πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.
- ὦ δῶμʼ Ἀΐδου καὶ Περσεφόνης,
- ὦ χθόνιʼ Ἑρμῆ καὶ πότνιʼ Ἀρὰ
- σεμναί τε θεῶν παῖδες Ἐρινύες,
- αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθʼ,
- αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,
- ἔλθετʼ, ἀρήξατε, τίσασθε πατρὸς
- φόνον ἡμετέρου,
- καί μοι τὸν ἐμὸν πέμψατʼ ἀδελφόν·
- μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ
- λύπης ἀντίρροπον ἄχθος.
- ὦ παῖ, παῖ δυστανοτάτας