Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
  2. ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
  3. λόγῳ μάτην θνῄσκοντας· εἶθʼ, ὅταν δόμους
  4. ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·
  5. ὡς κἄμʼ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο
  6. δεδορκότʼ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.
  7. ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐγχώριοι,
  8. δέξασθέ μʼ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
  9. σύ τʼ, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι
  10. δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
  11. καὶ μή μʼ ἄτιμον τῆσδʼ ἀποστείλητε γῆς,
  12. ἀλλʼ ἀρχέπλουτον καὶ καταστάτην δόμων.
  13. εἴρηκα μέν νυν ταῦτα· σοὶ δʼ ἤδη, γέρον,
  14. τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.
  15. νὼ δʼ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν
  16. μέγιστος ἔργου παντός ἐστʼ ἐπιστάτης.
Ἠλέκτρα
  1. ἰώ μοί μοι δύστηνος.
Παιδαγωγός
  1. καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς
  2. ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.
Ὀρέστης
  1. ἆρʼ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· θέλεις