Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶν
- χρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην.
- νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβου
- πρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβη
- ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶ
- ψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά που
- τῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν.
- οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,
- Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχων
- πρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς;
- οὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει.
- ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.
- ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.
- ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.
- οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.
- πεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.
- πολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν,
- εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.
- οὐκοῦν ἀποστείχοιμʼ ἄν, εἰ τάδʼ εὖ κυρεῖ.
- ἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂν