Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳ
  2. ἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν,
  3. μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν.
Χορός
  1. φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι
  2. πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.
Κλυταιμνήστρα
  1. ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,
  2. ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει,
  3. εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.
Παιδαγωγός
  1. τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;
Κλυταιμνήστρα
  1. δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς
  2. πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.
Παιδαγωγός
  1. μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.
Κλυταιμνήστρα
  1. οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,
  2. εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια
  3. προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,
  4. μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς
  5. ἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸς
  6. ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι
  7. φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;
  8. ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας