Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους
- ὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·
- ἔπειτα λύων ἡνίαν ἀριστερὰν
- κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν
- παίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόας
- κἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεται
- τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ
- πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.
- στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα
- δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,
- οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά,
- φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷ
- σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,
- μόλις κατασχεθόντες ἱππικὸν δρόμον,
- ἔλυσαν αἱματηρόν, ὥστε μηδένα
- γνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας.
- καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ
- χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ
- φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,
- ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.