Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς
- σειραῖον ἵππον εἶργε τὸν προσκείμενον.
- καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·
- ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι
- πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς
- τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον
- μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·
- κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ
- ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο
- ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.
- γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος
- ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς
- κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον.
- ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων
- πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·
- ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,
- ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς
- πώλοις διώκει, κἀξισώσαντε ζυγὰ
- ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος
- κάρα προβάλλων ἱππικῶν ὀχημάτων.