Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο
  2. Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·
  3. κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων
  4. ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας
  5. ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·
  6. ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·
  7. ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·
  8. Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.
  9. στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς
  10. κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,
  11. χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα
  12. ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν
  13. ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος
  14. κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω
  15. φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι
  16. φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι
  17. χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.
  18. ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις
  19. ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.
  20. κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων