Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος
- πρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,
- ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων
- δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,
- εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·
- δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα
- νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.
- χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω
- οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·
- ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς
- δρόμων διαύλων πένταθλʼ ἃ νομίζεται,
- τούτων ἐνεγκὼν πάντα τἀπινίκια
- ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,
- ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος
- Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε.
- καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν
- βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.
- κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν
- ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,
- εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.