Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- εἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε;
- τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς.
- ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶ
- κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
- μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.
- ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγους
- ἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ.
- ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου
- πρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν.
- Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
- τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢν
- ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους.
- τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.
- οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ.
- τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε.
- θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
- ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι.
- σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε,
- τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;
- κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.