Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ
- σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.
- ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.
- ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα
- δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ,
- εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,
- εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·
- καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες
- δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,
- ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ
- δόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε,
- φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν
- εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ
- δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.
- ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύων
- δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.
- τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ
- ἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι·
- τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν.
- ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς