Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται.
Κλυταιμνήστρα
  1. ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπη
  2. καὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ.
Ἠλέκτρα
  1. σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς
  2. τοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται.
Κλυταιμνήστρα
  1. ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους
  2. τοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ.
Ἠλέκτρα
  1. ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι
  2. λέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν.
Κλυταιμνήστρα
  1. οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆς
  2. θῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν;
Ἠλέκτρα
  1. ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶ
  2. τοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι.
Κλυταιμνήστρα
  1. ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοι
  2. πάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίους
  3. εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.
  4. κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,
  5. κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις
  6. ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει
  7. πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,