Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,
- τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·
- ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
- ἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,
- ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκα
- κήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν
- εἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν.
- εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,
- σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.
- ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ
- ξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ.
- ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,
- ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
- καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ
- χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;
- εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,
- κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα
- ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.
- ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ
- ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·