Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.
- οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ
- γνῶσʼ, οὐδʼ ὑποπτεύσουσιν ὧδʼ ἠνθισμένον.
- λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶ
- Φωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ
- μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.
- ἄγγελλε δʼ ὅρκον προστιθεὶς ὁθούνεκα
- τέθνηκʼ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,
- ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων
- δίφρων κυλισθείς· ὧδʼ ὁ μῦθος ἑστάτω.
- ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,
- λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
- στέψαντες εἶτʼ ἄψορρον ἥξομεν πάλιν,
- τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,
- ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,
- ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
- φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας
- φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
- τί γάρ με λυπεῖ τοῦθʼ, ὅταν λόγῳ θανὼν
- ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;