Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.
- εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοι
- πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.
- ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.
- εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦν
- αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,
- ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗ
- πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,
- καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς
- κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις.
- πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖς
- ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;
- αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν
- ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.
- ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,
- ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα
- κακοστομοῦμεν. καί σʼ ἔγωγε δεσπότιν
- ἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,
- ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς
- πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου·