Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις
- δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,
- γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.
- ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τι
- λυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο·
- ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερ
- λέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ.