Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνων
  2. ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;
  3. ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ
  4. παίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν;
  5. οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;
  6. δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·
  7. φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι.