Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγους
  2. ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.
Ἠλέκτρα
  1. καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν
  2. τούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι,
  3. εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι
  4. ὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασεν
  5. πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.