Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς;
  2. ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν.
  3. ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν
  4. τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;
  5. πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
  6. οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς
  7. καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν;