Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,
- ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες·
- ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί,
- τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη
- θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ
- λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ.
- εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων