Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶν
  2. οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδʼ ἐν θεσφάτοις,
  3. εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.
Χορός
  1. ὦ Πέλοπος ἁ πρόσθεν
  2. πολύπονος ἱππεία,
  3. ὡς ἔμολες αἰανὴς
  4. τᾷδε γᾷ.
  5. εὖτε γὰρ ὁ ποντισθεὶς
  6. Μυρτίλος ἐκοιμάθη,
  7. παγχρύσων δίφρων
  8. δυστάνοις αἰκίαις
  9. πρόρριζος ἐκριφθείς,
  10. οὔ τί πω
  11. ἔλειπεν ἐκ τοῦδʼ οἴκου
  12. πολύπονος αἰκία.
Κλυταιμνήστρα
  1. ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει·
  2. οὐ γὰρ πάρεστʼ Αἴγισθος, ὅς σʼ ἐπεῖχʼ ἀεὶ
  3. μή τοι θυραίαν γʼ οὖσαν αἰσχύνειν φίλους·
  4. νῦν δʼ ὡς ἄπεστʼ ἐκεῖνος, οὐδὲν ἐντρέπει
  5. ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ