Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης
  2. ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά·
  3. ἐγὼ δʼ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε
  4. λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.
  5. πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημʼ ἀεὶ
  6. ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶς
  7. ἔξοιδα· τῶνδʼ ἄρνησις οὐκ ἔνεστί μοι·
  8. ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,
  9. ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες·
  10. ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί,
  11. τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη
  12. θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ
  13. λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ.
  14. εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων
  15. ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς;
  16. ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν.
  17. ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν
  18. τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;
  19. πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
  20. οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς