Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.
- εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας
- λειπομένα σοφᾶς,
- εἶσιν ἁ πρόμαντις
- Δίκα δίκαια φερομένα χεροῖν κράτη·
- μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.
- ὕπεστί μοι θάρσος,
- ἁδυπνόων κλύουσαν
- ἀρτίως ὀνειράτων.
- οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ,
- οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,
- ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.
- ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς
- κρυπτομένα λόχοις
- χαλκόπους Ἐρινύς.
- ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων
- γάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις.
- πρὸ τῶνδέ τοί μʼ ἔχει
- μή ποτε μή ποθʼ ἡμῖν
- ἀψεγὲς πελᾶν τέρας