Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα
- καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.
- αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ
- ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,
- καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς
- ἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί,
- ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις
- χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα.
- οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον
- πέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα·
- ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδε
- ἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν
- πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.
- πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,
- εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.
- δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον
- δυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν.
- πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ
- σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·
- ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν