Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν
- τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις
- οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι
- κτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί·
- ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει
- κρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸς
- τούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃ
- κειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω.
- ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ
- πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς
- οὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε.
- σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ
- γέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς,
- ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,
- ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ
- κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς
- λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;
- οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲ
- τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας
- κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως