Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν.
Χρυσόθεμις
  1. ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
Ἠλέκτρα
  1. εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε.
Χρυσόθεμις
  1. ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
Ἠλέκτρα
  1. λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι
  2. ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
Χρυσόθεμις
  1. λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς
  2. τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν
  3. ἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιον
  4. πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ
  5. αὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνω
  6. βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον
  7. πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.
  8. τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳ
  9. δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου.
  10. πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι
  11. πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.
  12. πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν
  13. ἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν·
  14. εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν.