Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω.
- βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;
- καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.
- ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο.
- μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.
- ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν.
- σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις.
- καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν.
- πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι.
- πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.
- ταῦτʼ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.
- σὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;
- οὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή.
- χωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ.
- ποῖ δʼ ἐμπορεύει; τῷ φέρεις τάδʼ ἔμπυρα;
- μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
- πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;
- ὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.
- ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτʼ ἤρεσεν;
- ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί;