Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν,
- ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή.
- ὦ φίλτατʼ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ
- σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.
- ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,
- ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,
- ἀλλʼ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ
- ἡμᾶς τʼ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.
- τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ
- ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,
- εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
- ἐγὼ γὰρ ἡνίχʼ ἱκόμην τὸ Πυθικὸν
- μαντεῖον, ὡς μάθοιμʼ ὅτῳ τρόπῳ πατρὶ
- δίκας ἀροίμην τῶν φονευσάντων πάρα,
- χρῇ μοι τοιαῦθʼ ὁ Φοῖβος ὧν πεύσει τάχα·
- ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ
- δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.
- ὅτʼ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,
- σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,
- δόμων ἔσω τῶνδʼ, ἴσθι πᾶν τὸ δρώμενον,