Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,
  2. ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.
  3. ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰ
  4. μέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς,
  5. τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία
  6. τράπεζα κείσθω καὶ περιρρείτω βίος.
  7. ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον