Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.
  2. οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
  3. ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοι
  4. κέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων.
  5. οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί.
  6. λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι
  7. τιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις.