Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- βόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν,
- οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸς
- πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ
- τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,
- θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
- μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις
- ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις