Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ
- τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
- τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς
- ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς
- βοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία;
- οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
- κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
- ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην.
- τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας
- ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών,
- ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,
- ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
- ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶ
- παυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι.
- μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου
- καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.
- ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,
- οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖς
- πολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά.
- φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας