Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
- τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς
- ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν
- ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·
- ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι
- ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·
- ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
- εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε
- πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
- ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
- θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις.
- ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας
- κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς
- τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην
- αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα
- τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
- αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
- φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·
- ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
- τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;