Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα
  2. καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς
  3. λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.
Ἠλέκτρα
  1. αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
  2. πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
  3. ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,
  4. σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
  5. πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;
  6. ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ
  7. θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·
  8. ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,
  9. ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
  10. ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
  11. ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι
  12. λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
  13. ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,
  14. ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω
  15. τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα
  16. φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους
  17. σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,