Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ
- θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·
- ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,
- ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
- ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
- ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι
- λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.