Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς
- λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.
- αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
- πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
- ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,
- σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
- πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;