Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,
- ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω
- τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα
- φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους
- σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,
- ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
- τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς