Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τάδε γὰρ ἄλυτα κεκλήσεται,
  2. οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαι
  3. ἀνάριθμος ὧδε θρήνων.
Χορός
  1. ἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ,
  2. μάτηρ ὡσεί τις πιστά,
  3. μὴ τίκτειν σʼ ἄταν ἄταις.
Ἠλέκτρα
  1. καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,
  2. πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;
  3. ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων;
  4. μήτʼ εἴην ἔντιμος τούτοις
  5. μήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ,
  6. ξυνναίοιμʼ εὔκηλος, γονέων
  7. ἐκτίμους ἴσχουσα πτέρυγας
  8. ὀξυτόνων γόων.
  9. εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν
  10. κείσεται τάλας,
  11. οἱ δὲ μὴ πάλιν
  12. δώσουσʼ ἀντιφόνους δίκας,
  13. ἔρροι τʼ ἂν αἰδὼς
  14. ἁπάντων τʼ εὐσέβεια θνατῶν.