Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. οἷς θεὸς ὁ μέγας Ὀλύμπιος
  2. ποίνιμα πάθεα παθεῖν πόροι,
  3. μηδέ ποτʼ ἀγλαΐας ἀποναίατο
  4. τοιάδʼ ἀνύσαντες ἔργα.
Χορός
  1. φράζου μὴ πόρσω φωνεῖν.
  2. οὐ γνώμαν ἴσχεις ἐξ οἵων
  3. τὰ παρόντʼ οἰκείας εἰς ἄτας
  4. ἐμπίπτεις οὕτως αἰκῶς;
  5. πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,
  6. σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ
  7. ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς
  8. οὐκ ἐριστὰ πλάθειν.
Ἠλέκτρα
  1. δεινοῖς ἠναγκάσθην, δεινοῖς·
  2. ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά.
  3. ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσω
  4. ταύτας ἄτας,
  5. ὄφρα με βίος ἔχῃ.
  6. τίνι γάρ ποτʼ ἄν, ὦ φιλία γενέθλα,
  7. πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια;
  8. ἄνετέ μʼ ἄνετε, παράγοροι·