Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
  2. Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι
  3. παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθʼ ἀεί.
  4. τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,
  5. τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·
  6. αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
  7. ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δʼ ὅδε
  8. Ἥρας ὁ κλεινὸς ναός· οἷ δʼ ἱκάνομεν,
  9. φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν
  10. πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,
  11. ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε
  12. πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
  13. ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
  14. τοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.
  15. νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων
  16. Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·
  17. ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
  18. ἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆ
  19. μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
  20. πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,