Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τὸ συγγενές τοι κἀπʼ ἐμοῦ θρήνων τύχῃ.
- αὐτὸς σὺ βάσταζʼ· οὐκ ἐμὸν τόδʼ, ἀλλὰ σόν,
- τὸ ταῦθʼ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως.
- ἀλλʼ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,
- εἴ που κατʼ οἶκόν μοι Κλυταιμνήστρα, κάλει.
- αὕτη πέλας σοῦ· μηκέτʼ ἄλλοσε σκόπει.
- οἴμοι, τί λεύσσω;
- τίνα φοβεῖ; τίνʼ ἀγνοεῖς;
- τίνων ποτʼ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχʼ ὁ τλήμων;
- οὐ γὰρ αἰσθάνει πάλαι
- ζῶντας θανοῦσιν οὕνεκʼ ἀνταυδᾷς ἴσα;
- οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθʼ ὅπως
- ὅδʼ οὐκ Ὀρέστης ἔσθʼ ὁ προσφωνῶν ἐμέ.
- καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι.
- ὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρες
- κἂν σμικρὸν εἰπεῖν.
- μὴ πέρα λέγειν ἔα
- πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.
- τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων
- θνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι;