Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀλλʼ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθες
- ταφεῦσιν, ὧν τόνδʼ εἰκός ἐστι τυγχάνειν,
- ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδʼ ἂν κακῶν
- μόνον γένοιτο τῶν πάλαι λυτήριον.
- χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ
- νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.
- τί δʼ ἐς δόμους ἄγεις με; πῶς, τόδʼ εἰ καλὸν
- τοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν;
- μὴ τάσσε· χώρει δʼ ἔνθαπερ κατέκτανες
- πατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς.
- ἦ πᾶσʼ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν
- τά τʼ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;
- τὰ γοῦν σʼ· ἐγώ σοι μάντις εἰμὶ τῶνδʼ ἄκρος.
- ἀλλʼ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας.
- πόλλʼ ἀντιφωνεῖς, ἡ δʼ ὁδὸς βραδύνεται.
- ἀλλʼ ἕρφʼ.
- ὑφηγοῦ.
- σοὶ βαδιστέον πάρος.
- ἦ μὴ φύγω σε;
- μὴ μὲν οὖν καθʼ ἡδονὴν