Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης.
Αἴγισθος
  1. ποῦ δῆτʼ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.
Ἠλέκτρα
  1. ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν.
Αἴγισθος
  1. ἦ καὶ θανόντʼ ἤγγειλαν ὡς ἐτητύμως;
Ἠλέκτρα
  1. οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.
Αἴγισθος
  1. πάρεστʼ ἄρʼ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;
Ἠλέκτρα
  1. πάρεστι δῆτα, καὶ μάλʼ ἄζηλος θέα.
Αἴγισθος
  1. ἦ πολλὰ χαίρειν μʼ εἶπας οὐκ εἰωθότως.
Ἠλέκτρα
  1. χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε.
Αἴγισθος
  1. σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας
  2. πᾶσιν Μυκηναίοισιν Ἀργείοις θʼ ὁρᾶν,
  3. ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος
  4. ἐξῄρετʼ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν
  5. στόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίαν
  6. ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.
Ἠλέκτρα
  1. καὶ δὴ τελεῖται τἀπʼ ἐμοῦ· τῷ γὰρ χρόνῳ
  2. νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.
Αἴγισθος
  1. ὦ Ζεῦ, δέδορκα φάσμʼ ἄνευ φθόνου μὲν οὐ
  2. πεπτωκός· εἰ δʼ ἔπεστι νέμεσις, οὐ λέγω.
  3. χαλᾶτε πᾶν κάλυμμʼ ἀπʼ ὀφθαλμῶν, ὅπως