Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὦ παῖδες, οὐκ ἄψορρον;
Ὀρέστης
  1. εἰσορᾶτε ποῦ τὸν ἄνδρʼ;
Ἠλέκτρα
  1. ἐφʼ ἡμῖν οὗτος ἐκ προαστίου
  2. χωρεῖ γεγηθὼς---
Χορός
  1. βᾶτε κατʼ ἀντιθύρων ὅσον τάχιστα,
  2. νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδʼ ὡς πάλιν.
Ὀρέστης
  1. θάρσει· τελοῦμεν.
Ἠλέκτρα
  1. ᾗ νοεῖς ἔπειγέ νυν.
Ὀρέστης
  1. καὶ δὴ βέβηκα.
Ἠλέκτρα
  1. τἀνθάδʼ ἂν μέλοιτʼ ἐμοί.
Χορός
  1. διʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπειν
  2. πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς
  3. ὀρούσῃ πρὸς δίκας ἀγῶνα.
Αἴγισθος
  1. τίς οἶδεν ὑμῶν ποῦ ποθʼ οἱ Φωκῆς ξένοι,
  2. οὕς φασʼ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον
  3. λελοιπόθʼ ἱππικοῖσιν ἐν ναυαγίοις;
  4. σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος
  5. χρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλειν
  6. οἶμαι, μάλιστα δʼ ἂν κατειδυῖαν φράσαι.
Ἠλέκτρα
  1. ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν