Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀλλʼ οὐκ ἐκ σέθεν
- ᾠκτίρεθʼ οὗτος οὐδʼ ὁ γεννήσας πατήρ.
- ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι
- μοῖρα καθαμερία φθίνει φθίνει.
- ὤμοι πέπληγμαι.
- παῖσον, εἰ σθένεις, διπλῆν.
- ὤμοι μάλʼ αὖθις.
- εἰ γὰρ Αἰγίσθῳ θʼ ὁμοῦ.
- τελοῦσʼ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.
- παλίρρυτον γὰρ αἷμʼ ὑπεξαιροῦσι τῶν
- κτανόντων οἱ πάλαι θανόντες.
- καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ
- στάζει θυηλῆς Ἄρεος, οὐδʼ ἔχω ψέγειν.
- Ὀρέστα, πῶς κυρεῖτε;
- τἀν δόμοισι μὲν
- καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.
- τέθνηκεν ἡ τάλαινα;
- μηκέτʼ ἐκφοβοῦ
- μητρῷον ὥς σε λῆμʼ ἀτιμάσει ποτέ.
- παύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.