Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τί μοι τῶν δυσφόρων ἐφίει;
Ἠλέκτρα
  1. νήπιος ὃς τῶν οἰκτρῶς
  2. οἰχομένων γονέων ἐπιλάθεται.
  3. ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας,
  4. ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,
  5. ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.
  6. ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν,
  7. ἅτʼ ἐν τάφῳ πετραίῳ
  8. αἰεὶ δακρύεις.
Χορός
  1. οὔτοι σοὶ μούνᾳ, τέκνον,
  2. ἄχος ἐφάνη βροτῶν,
  3. πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,
  4. οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,
  5. οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,
  6. κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ,
  7. ὄλβιος, ὃν ἁ κλεινὰ
  8. γᾶ ποτε Μυκηναίων
  9. δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι
  10. βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
Ἠλέκτρα
  1. ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος,