Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ,
- δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον
- οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται
- ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ
- ἔρχεται ἀγγελίας ἀπατώμενον;
- ἀεὶ μὲν γὰρ ποθεῖ,
- ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι.
- θάρσει μοι, θάρσει, τέκνον.
- ἔτι μέγας οὐρανῷ
- Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·
- ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα
- μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου·
- χρόνος γὰρ εὐμαρὴς θεός.
- οὔτε γὰρ ὁ τὰν Κρῖσαν
- βούνομον ἔχων ἀκτὰν
- παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος
- οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.
- ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη
- βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ·
- ἅτις ἄνευ τεκέων κατατάκομαι,