Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ
  2. τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν
  3. τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα
  4. ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα
  5. κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν
  6. ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν.
Ἠλέκτρα
  1. ὦ γενέθλα γενναίων,
  2. ἥκετʼ ἐμῶν καμάτων παραμύθιον.
  3. οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με
  4. φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε,
  5. μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον.
  6. ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,
  7. ἐᾶτέ μʼ ὧδʼ ἀλύειν,
  8. αἰαῖ, ἱκνοῦμαι.
Χορός
  1. ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδα
  2. παγκοίνου λίμνας πατέρʼ ἀν-
  3. στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς.
  4. ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον
  5. ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,
  6. ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.