Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἦ κεῖνος οὗτος, ὅν ποτʼ ἐκ πολλῶν ἐγὼ
- μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;
- ὅδʼ ἐστί· μή μʼ ἔλεγχε πλείοσιν λόγοις.
- ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων
- Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ,
- ὃς τόνδε κἄμʼ ἔσωσας ἐκ πολλῶν πόνων;
- ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δʼ ἔχων
- ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι
- ξυνών μʼ ἔληθες οὐδʼ ἔφαινες, ἀλλά με
- λόγοις ἀπώλλυς, ἔργʼ ἔχων ἥδιστʼ ἐμοί;
- χαῖρʼ, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·
- χαῖρʼ· ἴσθι δʼ ὡς μάλιστά σʼ ἀνθρώπων ἐγὼ
- ἤχθηρα κἀφίλησʼ ἐν ἡμέρᾳ μιᾷ.
- ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους
- πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τʼ ἴσαι,
- αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.
- σφῷν δʼ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι
- νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη,
- νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δʼ ἐφέξετον,
- φροντίζεθʼ ὡς τούτοις τε καὶ σοφωτέροις