Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τὰ δρώμενʼ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·
  2. νῦν δʼ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.
  3. καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων
  4. καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς
  5. εἴσω παρέλθεθʼ, ὡς τὸ μὲν μέλλειν κακὸν
  6. ἐν τοῖς τοιούτοις ἔστʼ, ἀπηλλάχθαι δʼ ἀκμή.
Ὀρέστης
  1. πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;
Παιδαγωγός
  1. καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.
Ὀρέστης
  1. ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.
Παιδαγωγός
  1. εἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ.
Ὀρέστης
  1. χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;
Παιδαγωγός
  1. τελουμένων εἴποιμʼ ἄν· ὡς δὲ νῦν ἔχει,
  2. καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.
Ἠλέκτρα
  1. τίς οὗτός ἐστʼ, ἀδελφέ; πρὸς θεῶν φράσον.
Ὀρέστης
  1. οὐχὶ ξυνίης;
Ἠλέκτρα
  1. οὐδέ γʼ ἐς θυμὸν φέρω.
Ὀρέστης
  1. οὐκ οἶσθʼ ὅτῳ μʼ ἔδωκας εἰς χέρας ποτέ;
Ἠλέκτρα
  1. ποίῳ; τί φωνεῖς;
Ὀρέστης
  1. οὗ τὸ Φωκέων πέδον
  2. ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.