Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.
Ὀρέστης
  1. οὐκ ἂν μακρῶν ἔθʼ ἡμὶν οὐδὲν ἂν λόγων,
  2. Πυλάδη, τόδʼ εἴη τοὔργον, ἀλλʼ ὅσον τάχος
  3. χωρεῖν ἔσω, πατρῷα προσκύσανθʼ ἕδη
  4. θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε.
Ἠλέκτρα
  1. ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε
  2. ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ
  3. ἀφʼ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί.
  4. νῦν δʼ, ὦ Λύκειʼ Ἄπολλον, ἐξ οἵων ἔχω
  5. αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων
  6. ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,
  7. καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια
  8. τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.
Χορός
  1. ἴδεθʼ ὅποι προνέμεται
  2. τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης.
  3. βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι
  4. μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες,
  5. ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμενεῖ
  6. τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.
Χορός
  1. παράγεται γὰρ ἐνέρων